𝐓𝐨 𝐃𝐢𝐨𝐧𝐲𝐬𝐮𝐬 ΕΙΣ ΔΙΟΝΥΣΟΝ Homeric Hymns, Hymn 7 Ἀμφὶ Διώνυσον Σεμέλης ἐρικυδέος υἱὸν μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο ἀκτῇ ἐπὶ προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικὼς πρωθήβῃ. καλαὶ δὲ περισσείοντο ἔθειραι κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις πορφύρεον. τάχα δ᾿ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς ληϊσταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον Τυρσηνοί. τοὺς δ᾿ ἦγε κακὸς μόρος. οἱ δὲ ἰδόντες νεῦσαν ἐς ἀλλήλους, τάχα δ᾿ ἔκθορον, αἶψα δ᾿ ἑλόντες εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων εἶναι, καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. τὸν δ᾿ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾿ ἀπὸ τηλόσ᾿ ἔπιπτον χειρῶν ἠδὲ ποδῶν. ὁ δὲ μειδιάων ἐκάθητο ὄμμασι κυανέοισι, κυβερνήτης δὲ νοήσας αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε. Δαιμόνιοι τίνα τόνδε θεὸν δεσμεύεθ᾿ ἑλόντες καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. ἢ γὰρ Ζεὺς ὅδε γ᾿ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων ἠὲ Ποσειδάων. ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν εἴκελος, ἀλλὰ θεοῖς οἳ Ὀλύμπια δώματ᾿ ἔχουσιν. ἀλλ᾿ ἄγετ᾿ αὐτὸν ἀφῶμεν ἐπ᾿ ἠπείροιο μελαίνης αὐτίκα, μηδ᾿ ἐπὶ χεῖρας ἰάλλετε μή τι χολωθεὶς ὄρσῃ ἀργαλέους τ᾿ ἀνέμους καὶ λαίλαπα πολλήν. Ὣς φάτο. τὸν δ᾿ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ. δαιμόνι᾿ οὖρον ὅρα, ἅμα δ᾿ ἱστίον ἕλκεο νηὸς σύμπανθ᾿ ὅπλα λαβών. ὅδε δ᾿ αὖτ᾿ ἄνδρεσσι μελήσει. ἔλπομαι ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω. ἐς δὲ τελευτὴν ἔκ ποτ᾿ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. Ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ᾿ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δ᾿ ἄρ᾿ ὅπλα καττάνυσαν. τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔ&
Hide player controls
Hide resume playing